Όσιος Στυλιανός ο Παφλαγόνος – 26 Νοεμβρίου

Ο Όσιος Στυλιανός ήταν γιος πλουσίων γονέων (που μάλλον γεννήθηκε στην Παφλαγονία, χωρίς αυτό να είναι σίγουρο, διότι εκεί φυλασσόταν και ιερό λείψανο του), διδάχτηκε νωρίς απ’ αυτούς να είναι εγκρατής και να θεωρεί το χρήμα μέσο για την ανακούφιση και περίθαλψη των φτωχών και των αρρώστων.

Αφού έτσι ανατράφηκε, και οι γονείς του πέθαναν, διαμοίρασε όλη την κληρονομιά του και πήγε σαν ασκητής στην έρημο. Εκεί γνωρίστηκε με άλλους ασκητές, που ζούσε μαζί τους με αδελφική αγάπη, χριστιανική συγκατάβαση και επιείκεια. Δεν λύπησε ποτέ κανένα, μεγάλη του χαρά μάλιστα, ήταν να επαναφέρει τη γαλήνη στις ταραγμένες ψυχές. Η φήμη της θαυμαστής ασκητικής του ζωής έφθασε μέχρι τις πόλεις, και πολλοί έτρεχαν να τον βρουν για να ζητήσουν απ’ αυτόν τις πνευματικές του οδηγίες.

Ο όσιος Στυλιανός, παρά την ερημική ζωή του, έτρεφε στοργή και συμπάθεια προς τα παιδιά, που τόσο αγαπούσε και ο Κύριος. Αν, έλεγε, η ταπεινοφροσύνη αποτελεί θεμέλιο των αρετών, η παιδική ηλικία από τη φύση της είναι περισσότερο ενάρετη, απ’ ότι οι μεγαλύτεροι των φιλοσόφων. Πολλές φορές οι γονείς έφερναν προς αυτόν τα παιδιά τους, και τότε η αγαλλίαση του οσίου ήταν πολύ μεγάλη. Ο Θεός βραβεύοντας το Ιερό αυτό αίσθημα του, προίκισε τον όσιο με το χάρισμα να θεραπεύει τα άρρωστα παιδιά και να καθιστά εύτεκνους άτεκνες γυναίκες.

Ο Όσιος Στυλιανός κοιμήθηκε πλήρης ήμερων αλλά και αρετών.

Ο Άγιος Στυλιανός ο Παφλαγών-Λαογραφικά - ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ

Ἀπολυτίκιον  (Πατήστε εδώ για να το ακούσετε)
Ἦχος γ’. Θείας πίστεως.
Στήλη ἔμψυχος τῆς ἐγκρατείας, στῦλος ἄσειστος τῆς Ἐκκλησίας Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀνατεθεὶς γὰρ Θεῷ ἐκ νεότητος κατοικητήριον ὤφθης τοῦ Πνεύματος. Πάτερ ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ευαγγέλιο Κυριακής, 28 Νοεμβρίου 2021

ΚΥΡΙΑΚΗ ΚΓ’ (ΙΓ’ ΛΟΥΚΑ). Στεφάνου ὁσίου τοῦ νέου ὁμολογητοῦ (+767), Εἰρηνάρχου μάρτυρος (+303). Τῶν ἑν Τιβεριουπόλει πεντεκαίδεκα μαρτύρων (πολιούχων Κιλκίς).

ΑΠΟΣΤΟΛΟΣ (ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Β´ 4 – 10)

4 ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσῳσμένοι· 6 καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. 8 τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, 9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

ΕΥΑΓΓΕΛΙΟΝ (ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 18 – 27)

18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21 ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! 25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

Ευαγγέλιο Κυριακής, 21 Νοεμβρίου 2021

Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Αειπαρθένου Μαρίας.

ΑΠΟΣΤΟΛΟΣ (ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Θ´ 1 – 7)

Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,

ΕΥΑΓΓΕΛΙΟΝ (ΚΑΤΑ ΛΟΥΚΑΝ Ι´ 38 – 42, ΙΑ´ 27 – 28)

38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.

27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Εισόδια της Θεοτόκου – 21 Νοεμβρίου

Η ευσεβής Άννα σύζυγος του Ιωακείμ, πέρασε τη ζωή της χωρίς να μπορέσει να τεκνοποιήσει, καθώς ήταν στείρα. Μαζί με τον Ιωακείμ προσευχόταν θερμά στον Θεό να την αξιώσει να φέρει στον κόσμο ένα παιδί, με την υπόσχεση ότι θα αφιέρωνε το τέκνο της σε Αυτόν. Πράγματι, ο Πανάγαθος Θεός όχι μόνο της χάρισε ένα παιδί, αλλά την αξίωσε να φέρει στον κόσμο τη γυναίκα που θα γεννούσε το Μεσσία, το Σωτήρα μας Ιησού Χριστό. Όταν η Παναγία έγινε τριών χρόνων, σύμφωνα με την παράδοση, η Άννα και ο Ιωακείμ, κρατώντας την υπόσχεσή τους, την οδήγησαν στο Ναό και την παρέδωσαν στον αρχιερέα Ζαχαρία. Ο αρχιερέας παρέλαβε την Παρθένο Μαρία και την οδήγησε στα Άγια των Αγίων, όπου δεν έμπαινε κανείς εκτός από τον ίδιο, επειδή γνώριζε έπειτα από αποκάλυψη του Θεού το μελλοντικό ρόλο της Αγίας κόρης στην ενανθρώπιση του Κυρίου. Στα ενδότερα του Ναού η Παρθένος Μαρία έμεινε δώδεκα χρόνια. Όλο αυτό το διάστημα ο αρχάγγελος Γαβριήλ προμήθευε την Παναγία με τροφή ουράνια. Εξήλθε από τα Άγια των Αγίων, όταν έφθασε η ώρα του Θείου Ευαγγελισμού.

Ορθόδοξος Συναξαριστής :: Εισόδια της Θεοτόκου

Ἀπολυτίκιον  (Πατήστε εδώ για να το ακούσετε)
Ἦχος δ’.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ευαγγέλιο Κυριακής, 14 Νοεμβρίου 2021

ΚΥΡΙΑΚΗ ΚΑ’ (Η ’ ΛΟΥΚΑ). Φιλίππου ἀποστόλου ἐκ τῶν ιβ΄. Γρηγορίου ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ (+1340) καὶ τῶν λοιπῶν Ἀγίων Οἰκογενῶν αὐτοῦ. Κωνσταντίνου νεομάρτυ- ρος τοῦ Ὑδραἱου (+1800).

ΑΠΟΣΤΟΛΟΣ (ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α’ Δ´ 9 – 16)

9 δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

ΕΥΑΓΓΕΛΙΟΝ (ΚΑΤΑ ΛΟΥΚΑΝ Ι´ 25 – 37)

25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· 28 εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. 29 ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; 30 ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32 ὁμοίως δὲ καὶ Λευῒτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ’ αὐτὸν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· 35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.